Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.23 Joseph. AJ 5.28 (English) >>Joseph. AJ 5.33

5.26ἀλλὰ τὰ μὲν ζῷα πάντα διαφθείρειν μηδὲν αὐτοὺς εἰς ἰδίαν ὠφέλειαν λαμβάνοντας, ὅσος δʼ ἂν ἄργυρος καὶ χρυσός, ταῦτα ἐκέλευσε συγκομίζοντας ἀπαρχὴν ἐξαίρετον τῶν κατωρθωμένων τῷ θεῷ τηρεῖν ἐκ τῆς πρῶτον ἁλισκομένης πόλεως εἰληφότας· σώζειν δὲ μόνην Ῥαάβην καὶ τὴν γενεὰν αὐτῆς διὰ τοὺς γενομένους πρὸς αὐτὴν τοῖς κατασκόποις ὅρκους. 5.27

Ταῦτʼ εἰπὼν καὶ διατάξας τὸν στρατὸν προσήγαγεν ἐπὶ τὴν πόλιν· περιῄεσαν δὲ πάλιν τὴν πόλιν ἡγουμένης τῆς κιβωτοῦ καὶ τῶν ἱερέων τοῖς κέρασιν ἐξοτρυνόντων τὴν δύναμιν πρὸς τὸ ἔργον. καὶ περιελθόντων ἑπτάκις καὶ πρὸς ὀλίγον ἠρεμησάντων κατέπεσε τὸ τεῖχος μήτε μηχανῆς μήτε ἄλλης βίας αὐτῷ προσενεχθείσης ὑπὸ τῶν Ἑβραίων. 5.28

Οἱ δʼ εἰσελθόντες εἰς Ἱεριχοῦντα πάντας ἔκτεινον, τῶν ἐν αὐτῇ πρὸς τὴν παράδοξον τοῦ τείχους ἀνατροπὴν καταπεπληγότων καὶ τοῦ φρονήματος αὐτοῖς πρὸς ἄμυναν ἀχρείου γεγονότος· ἀνῃροῦντο δʼ οὖν ἐν ταῖς ὁδοῖς ἀποσφαττόμενοι καὶ ἐν ταῖς οἰκίαις ἐπικαταλαμβανόμενοι. 5.29παρῃτεῖτο δʼ οὐδὲν αὐτούς, ἀλλὰ πάντες ἀπώλλυντο ἄχρι γυναικῶν καὶ παιδίων, καὶ νεκρῶν πόλις ἦν ἀνάπλεως καὶ διέφυγεν οὐδέν. τὴν δὲ πόλιν ἐνέπρησαν ἅπασαν καὶ τὴν χώραν. 5.30καὶ τὴν Ῥαάβην σὺν τοῖς οἰκείοις εἰς τὸ καταγώγιον συμφυγοῦσαν ἔσωσαν οἱ κατάσκοποι, καὶ πρὸς αὐτὸν Ἰησοῦς ἀχθείσῃ χάριν ἔχειν ὡμολόγει τῆς σωτηρίας τῶν κατασκόπων καὶ μὴν τῆς εὐεργεσίας ταύτης ἔλεγεν ἐν ταῖς ἀμοιβαῖς οὐχ ἥττονα φανήσεσθαι, δωρεῖται δʼ αὐτὴν εὐθὺς ἀγροῖς καὶ διὰ τιμῆς εἶχε τῆς πάσης.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.23 Joseph. AJ 5.28 (English) >>Joseph. AJ 5.33

Powered by PhiloLogic